Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.340 Joseph. AJ 7.344 (English) >>Joseph. AJ 7.347

7.342οἰκοδομηθέντος δὲ τοῦ ναοῦ τὴν κιβωτὸν αὐτὸν ἀποθέσθαι προσέταξε καὶ τὰ ἅγια σκεύη πρὸ πολλοῦ ναὸν ὀφείλοντα ἔχειν, εἰ τῶν ἐντολῶν τοῦ θεοῦ μὴ παρήκουσαν ἡμῶν οἱ πατέρες ἐντειλαμένου μετὰ τὸ τὴν γῆν ταύτην κατασχεῖν οἰκοδομῆσαι ναὸν αὐτῷ. ταῦτα μὲν πρὸς τοὺς ἡγεμόνας Δαυίδης καὶ τὸν υἱὸν αὐτοῦ διελέχθη. 7.343

Πρεσβύτερος δὲ ὢν ἤδη καὶ τοῦ σώματος αὐτῷ ψυχομένου διὰ τὸν χρόνον δύσριγος ὑπῆρχεν, ὡς μηδʼ ὑπὸ τῆς ἐπιβολῆς ἐκ πολλῶν ἱματίων γινομένης ἀναθερμαίνεσθαι. συνελθόντων δὲ τῶν ἰατρῶν καὶ συμβουλευσάντων, ὅπως ἐξ ἁπάσης τῆς χώρας εὐειδὴς ἐπιλεχθεῖσα παρθένος συγκαθεύδῃ τῷ βασιλεῖ, τοῦτο γὰρ αὐτῷ πρὸς τὸ ῥῖγος ἔσεσθαι βοήθημα θαλπούσης αὐτὸν τῆς κόρης, 7.344εὑρίσκετʼ ἐν πόλει γυνὴ μία πασῶν τὸ εἶδος ἀρίστη γυναικῶν Ἀβισάκη τοὔνομα, συγκοιμωμένη μόνον τῷ βασιλεῖ συνεθέρμαινεν αὐτόν· ὑπὸ γὰρ γήρως ἦν πρὸς τἀφροδίσια καὶ γυναικὸς ὁμιλίαν ἀσθενής. καὶ περὶ μὲν ταύτης τῆς παρθένου μετʼ ὀλίγον δηλώσομεν. 7.345

δὲ τέταρτος υἱὸς Δαυίδου νεανίας εὐειδὴς καὶ μέγας, ἐκ γυναικὸς αὐτῷ Αἰγίσθης γεγονὼς Ἀδωνίας δὲ προσαγορευόμενος, ἐμφερὴς ὢν Ἀψαλώμῳ τήν τε διάνοιαν αὐτὸς ὡς βασιλεύσων ἐπῆρτο καὶ πρὸς τοὺς φίλους ἔλεγεν, ὡς τὴν ἀρχὴν αὐτὸν δεῖ παραλαβεῖν· κατεσκεύασε δὲ ἅρματα πολλὰ καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας τοὺς προδρόμους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.340 Joseph. AJ 7.344 (English) >>Joseph. AJ 7.347

Powered by PhiloLogic